+ "Χαῖρε, τῶν εἰκονομάχων τε ὀλεθρία συμφορά."
Χαῖρε, Θεοῦ αἰωνίου Μήτηρ·
χαῖρε, ναὲ καὶ κιβωτὲ καὶ πύλη.
Χαῖρε, ἡ χαρίτων ἡμᾶς ἀξιώσασα·
χαῖρε, Ὄρος Ἄθω δεινῶν διασώζουσα.
Χαῖρε, Δέσποινα, ἀντίληψις Ὀρθοδόξων κραταιά·
χαῖρε, τῶν εἰκονομάχων τε ὀλεθρία συμφορά.
Χαῖρε, Μονῆς Ἰβήρων θυρωρός τε καὶ φύλαξ·
χαῖρε, τῶν θαυμασίων ὁ ἀκένωτος ῥύαξ.
Χαῖρε, παντὸς τοῦ κόσμου ἡ Σώτειρα·
χαῖρε, καλῶν ἁπάντων ἡ δότειρα.
Χαῖρε, πασῶν Μονῶν τοῦ Ἄθω τὸ κλέος·
χαῖρε, ἐχθρῶν τε παντοίων τὸ δέος.
Χαῖρε, Κόρη Μητρόθεε.