Τοιοῦτον ἔχει μέγεθος ἡ Ἐκκλησία· πολεμουμένη νικᾶ· ἐπιβουλευομένη περιγίνεται (ἀνασταίνεται)· ὑβριζομένη, λαμπροτέρα καθίσταται· δέχεται τραύματα, καὶ οὐ καταπίπτει ὑπὸ τῶν ἐλκῶν (πληγές)· κλυδωνίζεται, ἀλλ’ οὐ καταποντίζεται· χειμάζεται, ἀλλὰ ναυάγιον οὒχ ὑπομένει· παλαίει, ἀλλ’ οὒχ ἡττᾶται· πυκτεύει (γρονθοκοπείται), ἀλλ’ οὐ νικᾶται. Διὰ τί οὖν συνεχώρησε τὸν πόλεμον; Ἵνα δείξη λαμπρότερον τὸ τρόπαιον.