Πρώτη του μηνός Ιανουαρίου
Η Περιτομή του Ιησού Χριστού, και η εορτή του Αγίου και Μεγάλου Βασιλείου
Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ' οὐσίαν πολυεύσπλαγχνε Κύριε, καὶ νόμον ἐκπληρῶν περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ἵνα παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξα τῇ εὐσπλαγχνία σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.