.12 Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος͵ ἁρμῶν τε καὶ μυελῶν͵ καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας·
4.13 καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ͵ πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ͵ πρὸς ὃν ἡμῖν ὁ λόγος.
4.14 Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς͵ Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ͵ κρατῶμεν τῆς ὁμολογίας· 4.15 οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν͵ πεπειρασμένον δὲ κατὰ πάντα καθ΄ ὁμοιότητα χωρὶς ἁμαρτίας.
4.16 προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος͵ ἵνα λάβωμεν ἔλεος καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.